Aπό την Παναγία στην κορυφή του Άθω

Sdílet
Vložit
  • čas přidán 8. 02. 2017
  • Λεπτομέρειες για την διαδρομή: el.wikiloc.com/wikiloc/view.d... και el.wikiloc.com/oreibasia-diad...
    Σκηνές και φωτογραφίες από την παραμονή της εορτής της Μεταμορφώσεως του Σωτήρος.
    Από τον ναΐσκο της Παναγίας με το κελί που χρησιμοποιείται ως καταφύγιο (1500μ.), στο Εκκλησάκι της κορυφής του Άθω (2033μ.).
    Ακούγονται:
    1) Από τους Βατοπαιδινούς Πατέρες, οι Ψαλμοί του προφήτου και Βασιλέως Δαυίδ (148-150) και στιχηρά των Αίνων (Όρθρος Μεγάλης Δευτέρας)(Ήχος Α΄).
    2)Σήμαντρα - καμπάνες από την Μονή Θεολόγου της Πάτμου και «Κατευθυνθήτω η προσευχή μου» (Ψαλμ. 140.2) (Ήχος Α΄), από την Πατμιακή παραδοσιακή βυζαντινή χορωδία.
    Ψαλμός 148
    Πάσα πνοή αινεσάτω τον Κύριον. Αινείτε τον Κύριον εκ των Ουρανών• αινείτε αυτόν εν τοις υψίστοις• σοι πρέπει ύμνος τω Θεώ.
    Αινείτε αυτόν πάντες οι άγγελοι αυτού• αινείτε αυτόν πάσαι αι δυνάμεις αυτού• σοι πρέπει ύμνος τω Θεώ.
    Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Έστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
    Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
    πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
    τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
    βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
    νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·
    αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
    Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
    Ψαλμός 149
    ΑΣΑΤΕ τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 2 εὐφρανθήτω ᾿Ισραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. 3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, 4 ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. 5 καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 6 αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν 7 τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, 8 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, 9 τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
    Ψαλμός 150
    ΑΙΝΕΙΤΕ τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ·
    Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
    Ψαλμός 140
    Κατευθυνθήτω η προσευχή μου ως θυμίαμα ενώπιον σου. έπαρσις των χειρών μου, θυσία εσπερινή, εισάκουσον μου Κύριε.
  • Hudba

Komentáře •