Νεκρώσιμα Εὐλογητάρια

Sdílet
Vložit
  • čas přidán 20. 11. 2021
  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου
    Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγὼ τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
    Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου
    Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.
    Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου
    Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
    Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου
    Ἀνάπαυσον, ὁ Θεὸς τοῦς δούλούς σου καὶ κατάταξον αὐτούς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοῦς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
    Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
    Τριαδικόν
    Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοὶ λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
    Καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
    Θεοτοκίον
    Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἦς γένος τῶν ἀνθρώπων εὔρατο τὴν σωτηρίαν, διὰ σοῦ εὔροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
    Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (τρίς)
    Κοντάκιον
    Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
    Τροπάρια
    Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, Σῶτερ,
    ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωὴν τὴν παρὰ σοί, φιλάνθρωπε.
    Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν
    ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
    Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, Σῶτερ, ἀνάπαυσον.
    Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
    Ἀμήν.
    Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ ἐλεηθῆναι
    τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου.
    Αἱ Δεήσεις
    ΔΙΑΚΟΝΟΣ· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
    ΛΑΟΣ / ΧΟΡΟΣ· Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
    ΔΙΑΚΟΝΟΣ· Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) τοῦ Θεοῦ (τοῦδε ἢ τῆσδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ (αὐτῇ) πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
    ΛΑΟΣ / ΧΟΡΟΣ· Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
    ΔΙΑΚΟΝΟΣ· Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ (αὐτῆς) ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ (αὐτῆς) ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
    ΔΙΑΚΟΝΟΣ· Τοῦ Κυρίου δεηθῶμεν.
    ΛΑΟΣ / ΧΟΡΟΣ· Κύριε, ἐλέησον.
    ΙΕΡΕΥΣ· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ
    διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν
    ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης δούλης) σου (τοῦδε ἢ τῆσδε) ἐν τόπῳ
    φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ (αὐτῆς) πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
    Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς κεκοιμημένης
    δούλης) σου (τοῦδε ἢ τῆσδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ
    ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
    τοὺς αἰῶνας τῶν αἰώνων.
    ΛΑΟΣ / ΧΟΡΟΣ· Ἀμήν.
    ΛΑΟΣ / ΧΟΡΟΣ· Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ
    .
    Ἀπόλυσις
    ΙΕΡΕΥΣ· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα
    σοι.
    ΔΙΑΚΟΝΟΣ· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
    Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
    Ἀμήν.
    Κύριε, ἐλέησον. (γʹ) Πάτερ ἅγιε, εὐλόγησον.
    ΙΕΡΕΥΣ· Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν
    ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ
    νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς
    πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων
    ἡμῶν· τῶν ἁγίων καὶ ἐνδόξων Προπατόρων
    Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ
    πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ (τῆς) ἐξ ἡμῶν
    μεταστάντος (μεταστάσης) δούλου (δούλης) αὐτοῦ (τοῦδε ἢ τῆσδε) ἐν σκηναῖς Δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ Δικαίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι, ὡς
    ἀγαθὸς καὶ φιλάνθρωπος.
    Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (γʹ)
  • Hry

Komentáře • 5